Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.237 Joseph. BJ 6.244 (English) >>Joseph. BJ 6.251

6.241 δὲ Τίτος οὐδʼ ἂν ἐπιβάντες ἐπʼ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι φήσας ἀντὶ τῶν ἀνδρῶν ἀμυνεῖσθαι τὰ ἄψυχα οὐδὲ καταφλέξειν ποτὲ τηλικοῦτον ἔργον· Ῥωμαίων γὰρ ἔσεσθαι τὴν βλάβην, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας αὐτοῦ μένοντος· 6.242θαρροῦντες δὲ ἤδη προσετίθεντο τῇ γνώμῃ Φρόντων τε καὶ Ἀλέξανδρος καὶ Κερεάλιος. 6.243τότε μὲν οὖν διαλύει τὸ συνέδριον καὶ τὰς ἄλλας δυνάμεις διαναπαῦσαι κελεύσας τοῖς ἡγεμόσιν, ὅπως ἐρρωμενεστέροις ἐν τῇ παρατάξει

-- --

χρήσαιτο, τοῖς ἀπὸ τῶν σπειρῶν ἐπιλέκτοις ὁδοποιεῖν διὰ τῶν ἐρειπίων προσέταξε καὶ τὸ πῦρ σβεννύειν. 6.244

Κατʼ ἐκείνην μὲν δὴ τὴν ἡμέραν τῶν Ἰουδαίων κάματός τε καὶ κατάπληξις ἐκράτησε τὰς ὁρμάς· τῇ δʼ ἐπιούσῃ συλλεξάμενοί τε τὴν ἰσχὺν καὶ ἀναθαρσήσαντες ἐπεκθέουσι διὰ τῆς ἀνατολικῆς πύλης τοῖς φύλαξι τοῦ ἔξωθεν ἱεροῦ περὶ δευτέραν ὥραν. 6.245οἱ δὲ καρτερῶς μὲν ἐδέξαντο αὐτῶν τὴν ἐμβολὴν καὶ φραξάμενοι τοῖς θυρεοῖς κατὰ μέτωπον ὥσπερ τεῖχος ἐπύκνωσαν τὴν φάλαγγα, δῆλοι δʼ ἦσαν οὐκ ἐπὶ πολὺ συμμενοῦντες πλήθει τε τῶν ἐκτρεχόντων καὶ θυμοῖς ἡττώμενοι. 6.246φθάσας δὲ τῆς παρατάξεως τὴν ῥοπὴν Καῖσαρ, καθεώρα γὰρ ἀπὸ τῆς Ἀντωνίας, ἐπήμυνε μετὰ τῶν ἐπιλέκτων ἱππέων. 6.247Ἰουδαῖοι δὲ τὴν ἔφοδον οὐχ ὑπέμειναν, ἀλλὰ τῶν πρώτων πεσόντων ἐτράπησαν οἱ πολλοί·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.237 Joseph. BJ 6.244 (English) >>Joseph. BJ 6.251

Powered by PhiloLogic